Livre des Nombres
13,11 τῆς φυλῆς Ιωσηφ τῶν υἱῶν Μανασση Γαδδι υἱὸς Σουσι· ( ) 13,12 τῆς φυλῆς Δαν Αμιηλ υἱὸς Γαμαλι· ( ) 13,13 τῆς φυλῆς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ· ( ) 13,14 τῆς φυλῆς Νεφθαλι Ναβι υἱὸς Ιαβι· ( ) 13,15 τῆς φυλῆς Γαδ Γουδιηλ υἱὸς Μακχι. ( )

13,16 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αυση υἱὸν Ναυη Ἰησοῦν.


( )
13,17 Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανααν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος ( ) 13,18 καὶ ὄψεσθε τὴν γῆν, τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ αὐτῆς, εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής, εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί· ( ) 13,19 καὶ τίς ἡ γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ αὐτῆς, εἰ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις, εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις· ( ) 13,20 καὶ τίς ἡ γῆ, εἰ πίων ἢ παρειμένη, εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ· καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς. ( ) 13,21 καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σιν ἕως Ρααβ εἰσπορευομένων Εφααθ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: