Livre des Nombres
13,10 τῆς φυλῆς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι· ( ) 13,11 τῆς φυλῆς Ιωσηφ τῶν υἱῶν Μανασση Γαδδι υἱὸς Σουσι· ( ) 13,12 τῆς φυλῆς Δαν Αμιηλ υἱὸς Γαμαλι· ( ) 13,13 τῆς φυλῆς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ· ( ) 13,14 τῆς φυλῆς Νεφθαλι Ναβι υἱὸς Ιαβι· ( )

13,15 τῆς φυλῆς Γαδ Γουδιηλ υἱὸς Μακχι.


19020 Les légendes des Juifs - Louis Ginzberg sur verset 2023-10-31: Le dernier de ces espions, le représentant de Gad, portait le nom de Geuel, fils de Machi, car il était humilié d'avoir proféré des mensonges contre Dieu.

( )
13,16 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αυση υἱὸν Ναυη Ἰησοῦν. ( ) 13,17 Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανααν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος ( ) 13,18 καὶ ὄψεσθε τὴν γῆν, τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ αὐτῆς, εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής, εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί· ( ) 13,19 καὶ τίς ἡ γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ αὐτῆς, εἰ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις, εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις· ( ) 13,20 καὶ τίς ἡ γῆ, εἰ πίων ἢ παρειμένη, εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ· καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: