Livre des Nombres
13,9 τῆς φυλῆς Βενιαμιν Φαλτι υἱὸς Ραφου· ( ) 13,10 τῆς φυλῆς Ζαβουλων Γουδιηλ υἱὸς Σουδι· ( ) 13,11 τῆς φυλῆς Ιωσηφ τῶν υἱῶν Μανασση Γαδδι υἱὸς Σουσι· ( ) 13,12 τῆς φυλῆς Δαν Αμιηλ υἱὸς Γαμαλι· ( ) 13,13 τῆς φυλῆς Ασηρ Σαθουρ υἱὸς Μιχαηλ· ( )

13,14 τῆς φυλῆς Νεφθαλι Ναβι υἱὸς Ιαβι·


19019 Les légendes des Juifs - Louis Ginzberg sur verset 2023-10-31: Le représentant de Nephthali s'appelait Nahbi, fils de Vophsi, car il réprimait la vérité, et la foi ne trouvait pas de place dans sa bouche, car il proférait des mensonges contre Dieu.

( )
13,15 τῆς φυλῆς Γαδ Γουδιηλ υἱὸς Μακχι. ( ) 13,16 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αυση υἱὸν Ναυη Ἰησοῦν. ( ) 13,17 Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανααν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος ( ) 13,18 καὶ ὄψεσθε τὴν γῆν, τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ αὐτῆς, εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής, εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί· ( ) 13,19 καὶ τίς ἡ γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ αὐτῆς, εἰ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις, εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: