Livre des Nombres
12,15 καὶ ἀφωρίσθη Μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῆρεν, ἕως ἐκαθαρίσθη Μαριαμ. ( ) 12,16 Καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαραν. ( ) 13,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 13,2 Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν. ( ) 13,3 καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ φωνῆς κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι. ( )

13,4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ·


19011 Les légendes des Juifs - Louis Ginzberg sur verset 2023-10-31: NOMS IMPORTANTS
La méchanceté de ces hommes est illustrée par leurs noms, qui indiquent tous leur action impie. Le représentant de la tribu de Ruben s'appelait Shammua, fils de Zaccur, parce qu'il n'obéissait pas à Dieu, ce qui lui était imputé comme s'il avait pratiqué la sorcellerie.

( )
13,5 τῆς φυλῆς Συμεων Σαφατ υἱὸς Σουρι· ( ) 13,6 τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη· ( ) 13,7 τῆς φυλῆς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ· ( ) 13,8 τῆς φυλῆς Εφραιμ Αυση υἱὸς Ναυη· ( ) 13,9 τῆς φυλῆς Βενιαμιν Φαλτι υἱὸς Ραφου· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: