Livre des Nombres
12,14 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας., ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται. ( ) 12,15 καὶ ἀφωρίσθη Μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῆρεν, ἕως ἐκαθαρίσθη Μαριαμ. ( ) 12,16 Καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαραν. ( ) 13,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 13,2 Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν. ( )

13,3 καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ φωνῆς κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι.


( )
13,4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ· ( ) 13,5 τῆς φυλῆς Συμεων Σαφατ υἱὸς Σουρι· ( ) 13,6 τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη· ( ) 13,7 τῆς φυλῆς Ισσαχαρ Ιγααλ υἱὸς Ιωσηφ· ( ) 13,8 τῆς φυλῆς Εφραιμ Αυση υἱὸς Ναυη· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: