Livre des Nombres
12,12 μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ, ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς. ( ) 12,13 καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον λέγων Ὁ θεός, δέομαί σου, ἴασαι αὐτήν. ( ) 12,14 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας., ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται. ( ) 12,15 καὶ ἀφωρίσθη Μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· καὶ ὁ λαὸς οὐκ ἐξῆρεν, ἕως ἐκαθαρίσθη Μαριαμ. ( ) 12,16 Καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαραν. ( )

13,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων


19428 Bible des Peuples sur titre chapitre 2023-11-11: Moïse envoie des espions pour explorer la Terre Promise

118 BST - Olivier sur verset 2000-08-03: Nb 13-14 : à Qadesh : 1 an d’exode. Des éclaireurs vont en reconnaissance. C’est formidable mais il y a des géants. 10 sur 12 disent qu’il ne faut pas y aller et qu’ils étaient mieux en Egypte. Le peuple refuse d’y aller. Dieu leur impose alors 38 ans d’errance. Ce sont les fils qui connaîtront la terre promise. La vie de l’Esprit est un don.

( )
13,2 Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν. ( ) 13,3 καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαραν διὰ φωνῆς κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ισραηλ οὗτοι. ( ) 13,4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ρουβην Σαλαμιηλ υἱὸς Ζακχουρ· ( ) 13,5 τῆς φυλῆς Συμεων Σαφατ υἱὸς Σουρι· ( ) 13,6 τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: