Livre des Nombres
11,29 καὶ εἶπεν αὐτῷ Μωυσῆς Μὴ ζηλοῖς σύ μοι., καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προφήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ αὐτούς., ( Jl 3,1 , Ac 2,17 , ) 11,30 καὶ ἀπῆλθεν Μωυσῆς εἰς τὴν παρεμβολήν, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ. – ( ) 11,31 καὶ πνεῦμα ἐξῆλθεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς. ( ) 11,32 καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν, ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους, καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς. ( ) 11,33 τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρὶν ἢ ἐκλείπειν, καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν, καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα. ( )

11,34 καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μνήματα τῆς ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν.


( )
11,35 Ἀπὸ Μνημάτων ἐπιθυμίας ἐξῆρεν ὁ λαὸς εἰς Ασηρωθ, καὶ ἐγένετο ὁ λαὸς ἐν Ασηρωθ. ( ) 12,1 Καὶ ἐλάλησεν Μαριαμ καὶ Ααρων κατὰ Μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβεν Μωυσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν, ( ) 12,2 καὶ εἶπαν Μὴ Μωυσῇ μόνῳ λελάληκεν κύριος., οὐχὶ καὶ ἡμῖν ἐλάλησεν., καὶ ἤκουσεν κύριος. ( ) 12,3 καὶ ὁ ἄνθρωπος Μωυσῆς πραὺς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. ( Mt 5,8 , Lc 23,43 , ) 12,4 καὶ εἶπεν κύριος παραχρῆμα πρὸς Μωυσῆν καὶ Μαριαμ καὶ Ααρων Ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: