Livre des Nombres
11,15 εἰ δὲ οὕτως σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω μου τὴν κάκωσιν. – ( ) 11,16 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ισραηλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ. ( ) 11,17 καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ αὐτούς, καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος. ( ) 11,18 καὶ τῷ λαῷ ἐρεῖς Ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες Τίς ἡμᾶς ψωμιεῖ κρέα., ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ. καὶ δώσει κύριος ὑμῖν κρέα φαγεῖν, καὶ φάγεσθε κρέα. ( Ex 16,12 , ) 11,19 οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας· ( )

11,20 ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες Ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου.,


( )
11,21 καὶ εἶπεν Μωυσῆς Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαός, ἐν οἷς εἰμι ἐν αὐτοῖς, καὶ σὺ εἶπας Κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν., ( ) 11,22 μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς., ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς., ( ) 11,23 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει., ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ. ( ) 11,24 καὶ ἐξῆλθεν Μωυσῆς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἔστησεν αὐτοὺς κύκλῳ τῆς σκηνῆς. ( ) 11,25 καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ ἐλάλησεν πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ αὐτῷ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο τὸ πνεῦμα ἐπ αὐτούς, καὶ ἐπροφήτευσαν καὶ οὐκέτι προσέθεντο. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: