Livre des Nombres
11,13 πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ., ὅτι κλαίουσιν ἐπ ἐμοὶ λέγοντες Δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν. ( ) 11,14 οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοί ἐστιν τὸ ῥῆμα τοῦτο. ( ) 11,15 εἰ δὲ οὕτως σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοί, ἵνα μὴ ἴδω μου τὴν κάκωσιν. – ( ) 11,16 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ισραηλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσιν πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶν, καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ. ( ) 11,17 καὶ καταβήσομαι καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ αὐτούς, καὶ συναντιλήμψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος. ( )

11,18 καὶ τῷ λαῷ ἐρεῖς Ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες Τίς ἡμᾶς ψωμιεῖ κρέα., ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ. καὶ δώσει κύριος ὑμῖν κρέα φαγεῖν, καὶ φάγεσθε κρέα.


4349 Bible des peuples sur verset 2019-01-04: LES CAILLES
Cette histoire du peuple qui veut de la viande est dans la Bible un des exemples de la façon dont Dieu joue avec nos demandes. Il ne suffirait pas de dire : “Dieu exauce nos prières quand il juge que ce que nous lui demandons nous sera utile.” Il y a là une partie de la vérité, non toute la vérité. Dieu veut que nous apprenions à le connaître et à nous connaître nous-mêmes. Nos demandes ne l’intéressent pas tant que le fond de notre désir, c’est là qu’il veut éduquer et frapper. Bien des fois la prière faite avec foi sera exaucée et on ne pourra que reconnaître la générosité de Dieu. Mais en certains cas, après que Dieu aura accordé notre demande de façon inespérée, avec le temps on s’en mordra les doigts. C’est le cas ici avec ces cailles qui arrivent par miracle et qui bientôt donnent la mort. Une fois de plus il faudra respecter le mystère, ou la sainteté de Dieu.

( Ex 16,12 , )
11,19 οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας· ( ) 11,20 ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν, καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες Ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου., ( ) 11,21 καὶ εἶπεν Μωυσῆς Ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαός, ἐν οἷς εἰμι ἐν αὐτοῖς, καὶ σὺ εἶπας Κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν., ( ) 11,22 μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς., ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς., ( ) 11,23 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει., ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: