Livre des Nombres
7,82 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· ( ) 7,83 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Αχιρε υἱοῦ Αιναν. ( ) 7,84 Οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου, ᾗ ἡμέρᾳ ἔχρισεν αὐτό, παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ισραηλ· τρυβλία ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ δώδεκα, θυίσκαι χρυσαῖ δώδεκα, ( ) 7,85 τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία, πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ. ( ) 7,86 θυίσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ. ( )

7,87 πᾶσαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας.


( )
7,88 πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες, κριοὶ ἑξήκοντα, τράγοι ἑξήκοντα, ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι. αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν. – ( ) 7,89 ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀνὰ μέσον τῶν δύο χερουβιμ· καὶ ἐλάλει πρὸς αὐτόν. ( Ex 25,22 , 1S 4,4 ) 8,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 8,2 Λάλησον τῷ Ααρων καὶ ἐρεῖς πρὸς αὐτόν Ὅταν ἐπιτιθῇς τοὺς λύχνους, ἐκ μέρους κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι. ( ) 8,3 καὶ ἐποίησεν οὕτως Ααρων· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψεν τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: