Livre des Nombres
7,54 Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ. ( ) 7,55 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· ( ) 7,56 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· ( ) 7,57 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· ( ) 7,58 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· ( )

7,59 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε. τοῦτο τὸ δῶρον Γαμαλιηλ υἱοῦ Φαδασσουρ.


( )
7,60 Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι. ( ) 7,61 τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ, φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, εἰς θυσίαν· ( ) 7,62 θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος· ( ) 7,63 μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα· ( ) 7,64 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: