Livre des Nombres
4,46 Πάντες οἱ ἐπεσκεμμένοι, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ, τοὺς Λευίτας κατὰ δήμους κατ οἴκους πατριῶν αὐτῶν ( ) 4,47 ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ( ) 4,48 καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα. ( ) 4,49 διὰ φωνῆς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυσῆ ἄνδρα κατ ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί· καὶ ἐπεσκέπησαν, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. ( ) 5,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( )

5,2 Πρόσταξον τοῖς υἱοῖς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ·


4335 Bible des peuples sur verset 2019-01-03: Renvoyez-les du camp… N’oublions pas que tout ceci a valeur de figure. Le camp représente le Lieu Saint, le Temple. C’est une manière de dire que ces gens ne peuvent pas entrer dans le Temple. Malades chroniques, lépreux, mendiants, prostituées et possédés des démons vivaient alentour des villages, sur les terrains vagues et sur le bord des chemins ; il ne leur était pas permis d’accéder au centre de l’agglomération, tout spécialement aux espaces publics et à la synagogue sous peine d’être lapidés. Le début de la mission de Jésus se caractérise ainsi par une activité intense entre les exclus : il se dirige vers les espaces inhabités pour leur annoncer la bonne nouvelle (Marc 1.40-45 ; 2.17).

( )
5,3 ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσιν τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς. ( ) 5,4 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καθὰ ἐλάλησεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ. ( ) 5,5 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 5,6 Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων Ἀνὴρ ἢ γυνή, ὅστις ἐὰν ποιήσῃ ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη, ( ) 5,7 ἐξαγορεύσει τὴν ἁμαρτίαν, ἣν ἐποίησεν, καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ αὐτὸ καὶ ἀποδώσει, τίνι ἐπλημμέλησεν αὐτῷ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: