Livre des Nombres
4,19 τοῦτο ποιήσατε αὐτοῖς καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσιν προσπορευομένων αὐτῶν πρὸς τὰ ἅγια τῶν ἁγίων· Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ προσπορευέσθωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτοῦ, ( ) 4,20 καὶ οὐ μὴ εἰσέλθωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια καὶ ἀποθανοῦνται. ( ) 4,21 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 4,22 Λαβὲ τὴν ἀρχὴν τῶν υἱῶν Γεδσων, καὶ τούτους κατ οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν· ( ) 4,23 ἀπὸ πεντεκαιεικοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτούς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. ( )

4,24 αὕτη ἡ λειτουργία τοῦ δήμου τοῦ Γεδσων λειτουργεῖν καὶ αἴρειν·


( )
4,25 καὶ ἀρεῖ τὰς δέρρεις τῆς σκηνῆς καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτῆς καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ αὐτῆς ἄνωθεν καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ( ) 4,26 καὶ τὰ ἱστία τῆς αὐλῆς, ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, ποιήσουσιν. ( ) 4,27 κατὰ στόμα Ααρων καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ αὐτῶν. ( ) 4,28 αὕτη ἡ λειτουργία τῶν υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ Ιθαμαρ τοῦ υἱοῦ Ααρων τοῦ ἱερέως. ( ) 4,29 Υἱοὶ Μεραρι, κατὰ δήμους αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν ἐπισκέψασθε αὐτούς· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: