Livre des Nombres
3,11 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 3,12 Καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ισραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ισραηλ· λύτρα αὐτῶν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται. ( ) 3,13 ἐμοὶ γὰρ πᾶν πρωτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοὶ ἔσονται, ἐγὼ κύριος. ( ) 3,14 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινα λέγων ( ) 3,15 Ἐπίσκεψαι τοὺς υἱοὺς Λευι κατ οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν κατὰ συγγενείας αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς. ( )

3,16 καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος.


( )
3,17 καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτῶν· Γεδσων, Κααθ καὶ Μεραρι. ( ) 3,18 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων κατὰ δήμους αὐτῶν· Λοβενι καὶ Σεμει. ( ) 3,19 καὶ υἱοὶ Κααθ κατὰ δήμους αὐτῶν· Αμραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ. ( ) 3,20 καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτῶν· Μοολι καὶ Μουσι. οὗτοί εἰσιν δῆμοι τῶν Λευιτῶν κατ οἴκους πατριῶν αὐτῶν. ( ) 3,21 Τῷ Γεδσων δῆμος τοῦ Λοβενι καὶ δῆμος τοῦ Σεμει· οὗτοι δῆμοι τοῦ Γεδσων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: