Livre des Nombres
1,53 οἱ δὲ Λευῖται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ισραηλ. καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου. ( ) 1,54 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατὰ πάντα, ἃ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων, οὕτως ἐποίησαν. ( ) 2,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων ( ) 2,2 Ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα κατὰ σημέας κατ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Ισραηλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ισραηλ. ( ) 2,3 καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ ἀνατολὰς τάγμα παρεμβολῆς Ιουδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ· ( )

2,4 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι.


( )
2,5 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ισσαχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ· ( ) 2,6 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. ( ) 2,7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλων, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων· ( ) 2,8 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. ( ) 2,9 πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτῶν· πρῶτοι ἐξαροῦσιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: