Livre des Nombres
1,27 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ισσαχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. – ( ) 1,28 τοῖς υἱοῖς Ζαβουλων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, ( ) 1,29 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλων ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. – ( ) 1,30 τοῖς υἱοῖς Ιωσηφ υἱοῖς Εφραιμ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, ( ) 1,31 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Εφραιμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. – ( )

1,32 τοῖς υἱοῖς Μανασση κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει,


( )
1,33 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασση δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι. – ( ) 1,34 τοῖς υἱοῖς Βενιαμιν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, ( ) 1,35 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμιν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. – ( ) 1,36 τοῖς υἱοῖς Γαδ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, ( ) 1,37 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Γαδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. – ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: