Livre des Nombres
1,3 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν, σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς. ( ) 1,4 καὶ μεθ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατ οἴκους πατριῶν ἔσονται. ( ) 1,5 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ ὑμῶν· τῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ· ( ) 1,6 τῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι· ( ) 1,7 τῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ· ( )

1,8 τῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ·


( )
1,9 τῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων· ( ) 1,10 τῶν υἱῶν Ιωσηφ, τῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ, τῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ· ( ) 1,11 τῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι· ( ) 1,12 τῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι· ( ) 1,13 τῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: