Livre du Lévitique
27,32 καὶ πᾶσα δεκάτη βοῶν καὶ προβάτων καὶ πᾶν, ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ κυρίῳ. ( ) 27,33 οὐκ ἀλλάξεις καλὸν πονηρῷ· ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό, καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον, οὐ λυτρωθήσεται. ( ) 27,34 Αὗταί εἰσιν αἱ ἐντολαί, ἃς ἐνετείλατο κύριος τῷ Μωυσῇ πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ὄρει Σινα. ( )
Livre des Nombres
1,1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων ( ) 1,2 Λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ κατὰ συγγενείας αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, πᾶς ἄρσην ( )

1,3 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν, σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς.


( )
1,4 καὶ μεθ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατ οἴκους πατριῶν ἔσονται. ( ) 1,5 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθ ὑμῶν· τῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ· ( ) 1,6 τῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι· ( ) 1,7 τῶν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ· ( ) 1,8 τῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: