Livre du Lévitique
24,2 Ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι λύχνον διὰ παντός. ( ) 24,3 ἔξωθεν τοῦ καταπετάσματος ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχῶς· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. ( ) 24,4 ἐπὶ τῆς λυχνίας τῆς καθαρᾶς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί. ( ) 24,5 Καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους, δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἷς· ( 1S 21,1 , ) 24,6 καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα, ἓξ ἄρτους τὸ ἓν θέμα, ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου. ( )

24,7 καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ κυρίῳ.


( )
24,8 τῇ ἡμέρᾳ τῶν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τῶν υἱῶν Ισραηλ διαθήκην αἰώνιον. ( ) 24,9 καὶ ἔσται Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ φάγονται αὐτὰ ἐν τόπῳ ἁγίῳ· ἔστιν γὰρ ἅγια τῶν ἁγίων τοῦτο αὐτῷ ἀπὸ τῶν θυσιαζομένων τῷ κυρίῳ, νόμιμον αἰώνιον. ( ) 24,10 Καὶ ἐξῆλθεν υἱὸς γυναικὸς Ισραηλίτιδος καὶ οὗτος ἦν υἱὸς Αἰγυπτίου ἐν τοῖς υἱοῖς Ισραηλ, καὶ ἐμαχέσαντο ἐν τῇ παρεμβολῇ ὁ ἐκ τῆς Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ Ισραηλίτης, ( ) 24,11 καὶ ἐπονομάσας ὁ υἱὸς τῆς γυναικὸς τῆς Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο, καὶ ἤγαγον αὐτὸν πρὸς Μωυσῆν· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαλωμιθ θυγάτηρ Δαβρι ἐκ τῆς φυλῆς Δαν. ( ) 24,12 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρῖναι αὐτὸν διὰ προστάγματος κυρίου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: