Livre du Lévitique
22,31 Καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς. ( ) 22,32 καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ισραηλ· ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς ( ) 22,33 ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός, ἐγὼ κύριος. ( ) 23,1 Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 23,2 Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Αἱ ἑορταὶ κυρίου, ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας, αὗταί εἰσιν ἑορταί μου. ( )

23,3 ἓξ ἡμέρας ποιήσεις ἔργα, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τῷ κυρίῳ· πᾶν ἔργον οὐ ποιήσεις· σάββατά ἐστιν τῷ κυρίῳ ἐν πάσῃ κατοικίᾳ ὑμῶν.


( )
23,4 Αὗται αἱ ἑορταὶ τῷ κυρίῳ, κληταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν. ( ) 23,5 ἐν τῷ πρώτῳ μηνὶ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀνὰ μέσον τῶν ἑσπερινῶν πάσχα τῷ κυρίῳ. ( ) 23,6 καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν ἀζύμων τῷ κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. ( ) 23,7 καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· ( ) 23,8 καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ ἑπτὰ ἡμέρας· καὶ ἡ ἑβδόμη ἡμέρα κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: