Livre du Lévitique
22,23 καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον, σφάγια ποιήσεις αὐτὰ σεαυτῷ, εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται. ( ) 22,24 θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον, οὐ προσάξεις αὐτὰ τῷ κυρίῳ καὶ ἐπὶ τῆς γῆς ὑμῶν οὐ ποιήσετε. ( ) 22,25 καὶ ἐκ χειρὸς ἀλλογενοῦς οὐ προσοίσετε τὰ δῶρα τοῦ θεοῦ ὑμῶν ἀπὸ πάντων τούτων, ὅτι φθάρματά ἐστιν ἐν αὐτοῖς, μῶμος ἐν αὐτοῖς, οὐ δεχθήσεται ταῦτα ὑμῖν. ( ) 22,26 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ( ) 22,27 Μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα κυρίῳ. ( )

22,28 καὶ μόσχον ἢ πρόβατον, αὐτὴν καὶ τὰ παιδία αὐτῆς οὐ σφάξεις ἐν ἡμέρᾳ μιᾷ.


( )
22,29 ἐὰν δὲ θύσῃς θυσίαν εὐχὴν χαρμοσύνης κυρίῳ, εἰς δεκτὸν ὑμῖν θύσετε αὐτό· ( ) 22,30 αὐτῇ τῇ ἡμέρᾳ ἐκείνῃ βρωθήσεται, οὐκ ἀπολείψετε ἀπὸ τῶν κρεῶν εἰς τὸ πρωί· ἐγώ εἰμι κύριος. ( ) 22,31 Καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς. ( ) 22,32 καὶ οὐ βεβηλώσετε τὸ ὄνομα τοῦ ἁγίου, καὶ ἁγιασθήσομαι ἐν μέσῳ τῶν υἱῶν Ισραηλ· ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς ( ) 22,33 ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ὥστε εἶναι ὑμῶν θεός, ἐγὼ κύριος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: