Livre du Lévitique
10,10 διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων καὶ ἀνὰ μέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν. ( ) 10,11 καὶ συμβιβάσεις τοὺς υἱοὺς Ισραηλ πάντα τὰ νόμιμα, ἃ ἐλάλησεν κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ. ( ) 10,12 Καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ πρὸς Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλειφθέντας Λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων κυρίου καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστίν. ( ) 10,13 καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοί ἐστιν καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι. ( ) 10,14 καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ισραηλ. ( )
10,15 τὸν βραχίονα τοῦ ἀφαιρέματος καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν, ἀφόρισμα ἀφορίσαι ἔναντι κυρίου· καὶ ἔσται σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξεν κύριος τῷ Μω
( )
10,16 Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησεν Μωυσῆς, καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλελειμμένους λέγων ( ) 10,17 Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ., ὅτι γὰρ ἅγια ἁγίων ἐστίν, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι κυρίου· ( ) 10,18 οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξεν κύριος. ( ) 10,19 καὶ ἐλάλησεν Ααρων πρὸς Μωυσῆν λέγων Εἰ σήμερον προσαγειόχασιν τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι κυρίου, καὶ συμβέβηκέν μοι ταῦτα· καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται κυρίῳ., ( ) 10,20 καὶ ἤκουσεν Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ. ( )
trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: