Livre de Zacharie
14,17 καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ιερουσαλημ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. ( ) 14,18 ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ( ) 14,19 αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ( ) 14,20 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι, καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τῷ οἴκῳ κυρίου ὡς φιάλαι πρὸ προσώπου τοῦ θυσιαστηρίου, ( ) 14,21 καὶ ἔσται πᾶς λέβης ἐν Ιερουσαλημ καὶ ἐν τῷ Ιουδα ἅγιον τῷ κυρίῳ παντοκράτορι· καὶ ἥξουσιν πάντες οἱ θυσιάζοντες καὶ λήμψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς. καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ( )
Livre de Malachie

1,1 Λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ· θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν.


4222 Bible des peuples sur verset 2019-01-02: On traduit habituellement : par la voix de Malachie. Pourtant ce mot signifie : mon messager, et c’est peut-être une façon de désigner un prophète resté anonyme. Peut-être l’a-t-on pris en Malachie 3.1.

4221 Bible des peuples sur verset 2019-01-02: Le premier paragraphe de ce livre réaffirme la préférence de Dieu pour Israël. C’est ce qui l’autorise à exiger une contrepartie. Suivra un acte d’accusation portant spécialement sur trois points :
- 1.6 Les prêtres et le peuple négligent le culte du temple
- 2.1 Les prêtres n’enseignent pas la Loi
- 2.10 Le divorce

4220 Bible des peuples sur verset 2019-01-02: Peu après Aggée et Zacharie, ce prophète intervient pour corriger certaines mauvaises coutumes de la communauté. Par l’intermédiaire de Malachie, Yahvé discute avec ceux qui lui demandent des comptes mais ne reconnaissent pas son amour. “Vous dites…”

( )
1,2 Ἠγάπησα ὑμᾶς, λέγει κύριος. καὶ εἴπατε Ἐν τίνι ἠγάπησας ἡμᾶς., οὐκ ἀδελφὸς ἦν Ησαυ τοῦ Ιακωβ., λέγει κύριος· καὶ ἠγάπησα τὸν Ιακωβ, ( ) 1,3 τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου. ( ) 1,4 διότι ἐρεῖ ἡ Ιδουμαία Κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους· τάδε λέγει κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσιν, καὶ ἐγὼ καταστρέψω· καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ ὃν παρατέτακται κύριος ἕως αἰῶνος. ( ) 1,5 καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε Ἐμεγαλύνθη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ισραηλ. ( ) 1,6 Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου., καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου., λέγει κύριος παντοκράτωρ. ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου· καὶ εἴπατε Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: