Livre de Zacharie
12,12 καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς, φυλὴ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, φυλὴ οἴκου Δαυιδ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, φυλὴ οἴκου Ναθαν καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, ( ) 12,13 φυλὴ οἴκου Λευι καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, φυλὴ τοῦ Συμεων καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, ( ) 12,14 πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς. ( ) 13,1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Δαυιδ. ( ) 13,2 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. ( )

13,3 καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπ ὀνόματι κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐ


( )
13,4 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ ὧν ἐψεύσαντο. ( Mc 1,6 , ) 13,5 καὶ ἐρεῖ Οὔκ εἰμι προφήτης ἐγώ, διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι, ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου. ( ) 13,6 καὶ ἐρῶ πρὸς αὐτόν Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου., καὶ ἐρεῖ Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. ( ) 13,7 Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ ἄνδρα πολίτην μου, λέγει κύριος παντοκράτωρ· πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. ( ) 13,8 καὶ ἔσται ἐν πάσῃ τῇ γῇ, λέγει κύριος, τὰ δύο μέρη ἐξολεθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 38