Livre de Zacharie
12,7 καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καθὼς ἀπ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν. ( ) 12,8 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων Ιερουσαλημ, καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυιδ, ὁ δὲ οἶκος Δαυιδ ὡς οἶκος θεοῦ, ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν. ( Mc 6,31 , ) 12,9 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ. ( ) 12,10 καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρός με ἀνθ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ αὐτὸν κοπετὸν ὡς ἐπ ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. ( 2R 23,29 , ) 12,11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, ( )

12,12 καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς, φυλὴ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, φυλὴ οἴκου Δαυιδ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, φυλὴ οἴκου Ναθαν καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς,


( )
12,13 φυλὴ οἴκου Λευι καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, φυλὴ τοῦ Συμεων καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς, ( ) 12,14 πᾶσαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καθ ἑαυτάς. ( ) 13,1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Δαυιδ. ( ) 13,2 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. ( ) 13,3 καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπ ὀνόματι κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 38