Livre de Zacharie
9,10 καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Εφραιμ καὶ ἵππον ἐξ Ιερουσαλημ, καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. ( ) 9,11 καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. ( ) 9,12 καθήσεσθε ἐν ὀχυρώματι, δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι· ( ) 9,13 διότι ἐνέτεινά σε, Ιουδα, ἐμαυτῷ τόξον, ἔπλησα τὸν Εφραιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου, Σιων, ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ· ( ) 9,14 καὶ κύριος ἔσται ἐπ αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. ( )

9,15 κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν, καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον.


2594 Bible des peuples sur verset 2018-11-25: Le Dieu Sauveur n’y va pas par quatre chemins.

( )
9,16 καὶ σώσει αὐτοὺς κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ. ( ) 9,17 ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους. ( ) 10,1 Αἰτεῖσθε ὑετὸν παρὰ κυρίου καθ ὥραν πρόιμον καὶ ὄψιμον· κύριος ἐποίησεν φαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. ( ) 10,2 διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξήρθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν, διότι οὐκ ἦν ἴασις. ( ) 10,3 ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται κύριος ὁ θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ιουδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 38