Livre de Zacharie
8,19 Τάδε λέγει κύριος παντοκράτωρ Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. ( ) 8,20 τάδε λέγει κύριος παντοκράτωρ Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς· ( ) 8,21 καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. ( ) 8,22 καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον κυρίου. ( ) 8,23 τάδε λέγει κύριος παντοκράτωρ Ἐν ταῖς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ θεὸς μεθ ὑμῶν ἐστιν. ( )

9,1 Λῆμμα λόγου κυρίου· ἐν γῇ Σεδραχ καὶ Δαμασκοῦ θυσία αὐτοῦ, διότι κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ισραηλ.


2590 Bible des peuples sur verset 2018-11-25: LA SECONDE PARTIE DU LIVRE DE ZACHARIE
Les chapitres 9—14 sont l’œuvre d’un autre prophète qui a vécu deux siècles plus tard, peut-être quand Alexandre, le célèbre conquérant, arrivait dans les pays du Moyen-Orient. Ce second livre demande aux Juifs de ne pas s’effrayer : la victoire de Dieu et l’avènement de son royaume se produiront dans le cadre d’événements très douloureux. Le prophète annonce une libération du peuple après une très cruelle épreuve. Un mystérieux Pasteur (autre nom du Messie) sera au départ de cette libération quand, après avoir été rejeté et tué par son peuple, il fera naître le repentir dans leurs cœurs. Ces textes nous rappellent les chants du Serviteur de Yahvé dans la seconde partie du livre d’Isaïe.

( )
9,2 καὶ Εμαθ ἐν τοῖς ὁρίοις αὐτῆς, Τύρος καὶ Σιδών, διότι ἐφρόνησαν σφόδρα. ( ) 9,3 καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν. ( ) 9,4 διὰ τοῦτο κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται. ( ) 9,5 ὄψεται Ἀσκαλὼν καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ακκαρων, ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηθῇ. ( ) 9,6 καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 38