Livre de Zacharie
8,15 οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ιουδα· θαρσεῖτε. ( ) 8,16 οὗτοι οἱ λόγοι, οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν ( ) 8,17 καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει κύριος παντοκράτωρ. ( ) 8,18 Καὶ ἐγένετο λόγος κύριου παντοκράτορος πρός με λέγων ( ) 8,19 Τάδε λέγει κύριος παντοκράτωρ Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. ( )

8,20 τάδε λέγει κύριος παντοκράτωρ Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς·


( )
8,21 καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. ( ) 8,22 καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον κυρίου. ( ) 8,23 τάδε λέγει κύριος παντοκράτωρ Ἐν ταῖς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ θεὸς μεθ ὑμῶν ἐστιν. ( ) 9,1 Λῆμμα λόγου κυρίου· ἐν γῇ Σεδραχ καὶ Δαμασκοῦ θυσία αὐτοῦ, διότι κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ισραηλ. ( ) 9,2 καὶ Εμαθ ἐν τοῖς ὁρίοις αὐτῆς, Τύρος καὶ Σιδών, διότι ἐφρόνησαν σφόδρα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37