Livre de Zacharie
3,6 καὶ διεμαρτύρατο ὁ ἄγγελος κυρίου πρὸς Ἰησοῦν λέγων ( ) 3,7 Τάδε λέγει κύριος παντοκράτωρ Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαφυλάξῃς καί γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων. ( ) 3,8 ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί· διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν· ( Is 4,2 , ) 3,9 διότι ὁ λίθος, ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν· ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον, λέγει κύριος παντοκράτωρ, καὶ ψηλαφήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ. ( ) 3,10 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. ( )

4,1 Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ


20487 Bible des Peuples sur titre chapitre 2023-11-11: Cinquième vision : le Messie et les prêtres

2582 Bible des peuples sur verset 2018-11-25: Cinquième vision : le nouvel Israël sera soumis aux autorités civiles et religieuses et les deux seront fidèles à Dieu. Sixième vision : les méchants et les voleurs seront expulsés de la ville nouvelle. Septième vision : le mal lui-même sera rejeté. Huitième vision : les envoyés du Seigneur préparent déjà la réalisation de son plan de salut.

( )
4,2 καὶ εἶπεν πρός με Τί σύ βλέπεις., καὶ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς· ( ) 4,3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων. ( ) 4,4 καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστιν ταῦτα, κύριε., ( ) 4,5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Οὐ γινώσκεις τί ἐστιν ταῦτα., καὶ εἶπα Οὐχί, κύριε. ( ) 4,6 καὶ ἀπεκρίθη καὶ εἶπεν πρός με λέγων Οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι, ἀλλ ἢ ἐν πνεύματί μου, λέγει κύριος παντοκράτωρ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37