Livre de Zacharie
2,11 εἰς Σιων ἀνασῴζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος. ( ) 2,12 διότι τάδε λέγει κύριος παντοκράτωρ Ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ· ( ) 2,13 διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με. ( ) 2,14 τέρπου καὶ εὐφραίνου, θύγατερ Σιων, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. ( ) 2,15 καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. ( )

2,16 καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ.


2576 Bible des peuples sur verset 2018-11-25: Pour la première fois apparaît l’expression Terre Sainte. Zacharie annonce les temps nouveaux lorsqu’il dit que Dieu demeurera toujours en Sion, figure de l’Église où se rassembleront tous les peuples.

( )
2,17 εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου κυρίου, διότι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ. ( ) 3,1 Καὶ ἔδειξέν μοι Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. ( ) 3,2 καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον Ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός., ( Mc 1,12 , ) 3,3 καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. ( ) 3,4 καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37