Livre de Zacharie
1,8 Ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. ( ) 1,9 καὶ εἶπα Τί οὗτοι, κύριε., καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα. ( ) 1,10 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με Οὗτοί εἰσιν οὓς ἐξαπέσταλκεν κύριος τοῦ περιοδεῦσαι τὴν γῆν. ( ) 1,11 καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον Περιωδεύκαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. ( ) 1,12 καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπεν Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος., ( )

1,13 καὶ ἀπεκρίθη κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς.


( )
1,14 καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν ( ) 1,15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. ( ) 1,16 διὰ τοῦτο τάδε λέγει κύριος Ἐπιστρέψω ἐπὶ Ιερουσαλημ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ιερουσαλημ ἔτι. ( ) 1,17 καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει κύριος παντοκράτωρ Ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοῖς, καὶ ἐλεήσει κύριος ἔτι τὴν Σιων καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ. ( ) 2,1 Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 37