Livre d'Aggée
2,18 ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα· ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας, ἧς ἐθεμελιώθη ὁ ναὸς κυρίου, θέσθε ἐν ταῖς καρδίαις ὑμῶν ( ) 2,19 εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥόα καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω. ( ) 2,20 Καὶ ἐγένετο λόγος κυρίου ἐκ δευτέρου πρὸς Αγγαιον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων ( ) 2,21 Εἰπὸν πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα λέγων Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν ( ) 2,22 καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ. ( )

2,23 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, λήμψομαί σε Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ τὸν δοῦλόν μου, λέγει κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει κύριος παντοκράτωρ.


1952 Bible des peuples sur verset 2018-11-02: Un anneau à mon doigt. C’est l’anneau gravé qui sert à signer en l’imprimant sur l’argile ou sur le tampon encré. Il est à la fois personnel, précieux et signe d’autorité.

( )

Livre de Zacharie
1,1 Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων ( ) 1,2 Ὠργίσθη κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην. ( ) 1,3 καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος παντοκράτωρ Ἐπιστρέψατε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει κύριος. ( ) 1,4 καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν λέγοντες Τάδε λέγει κύριος παντοκράτωρ Ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει κύ ( ) 1,5 οἱ πατέρες ὑμῶν ποῦ εἰσιν., καὶ οἱ προφῆται μὴ τὸν αἰῶνα ζήσονται., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: