Livre d'Aggée
1,13 καὶ εἶπεν Αγγαιος ὁ ἄγγελος κυρίου τῷ λαῷ Ἐγώ εἰμι μεθ ὑμῶν, λέγει κύριος. ( ) 1,14 καὶ ἐξήγειρεν κύριος τὸ πνεῦμα Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος θεοῦ αὐτῶν ( ) 1,15 τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως. ( ) 2,1 Τῷ ἑβδόμῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν κύριος ἐν χειρὶ Αγγαιου τοῦ προφήτου λέγων ( ) 2,2 Εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων ( )

2,3 Τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν., καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν., καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν.


1948 Bible des peuples sur verset 2018-11-02: Avec franchise, Aggée fait remarquer que l’œuvre réalisée est bien modeste. C’est mieux ainsi puisqu’ils ne construisent pas le temple pour satisfaire leur propre fierté, mais pour montrer leur zèle envers Dieu. Mon esprit est au milieu de vous, n’ayez pas peur (5). Nous avons déjà rappelé que l’Esprit produit l’union. Ici, le prophète souligne que l’Esprit nous libère de nos craintes. Je remplirai de gloire ce temple. La pauvreté du temple invite Dieu à avancer le moment de sa visite pour remplir le temple de sa Gloire. D’ici peu, Yahvé mettra fin à ce monde provisoire où les Juifs se débattent, et il établira son royaume.

( )
2,4 καὶ νῦν κατίσχυε, Ζοροβαβελ, λέγει κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει κύριος, καὶ ποιεῖτε· διότι μεθ ὑμῶν ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, ( ) 2,5 καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· θαρσεῖτε. ( ) 2,6 διότι τάδε λέγει κύριος παντοκράτωρ Ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν· ( ) 2,7 καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει κύριος παντοκράτωρ. ( ) 2,8 ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει κύριος παντοκράτωρ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: