Livre de Sophonie
2,9 διὰ τοῦτο ζῶ ἐγώ, λέγει κύριος τῶν δυνάμεων ὁ θεὸς Ισραηλ, διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς, καὶ οἱ κατάλοιποι ἔ ( ) 2,10 αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα. ( ) 2,11 ἐπιφανήσεται κύριος ἐπ αὐτοὺς καὶ ἐξολεθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. ( ) 2,12 Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε. ( ) 2,13 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον καὶ θήσει τὴν Νινευη εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον· ( )

2,14 καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς.


( )
2,15 αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ ἐλπίδι ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν μετ ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμόν, νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ. ( ) 3,1 Ὦ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη, ἡ πόλις ἡ περιστερά· ( ) 3,2 οὐκ εἰσήκουσεν φωνῆς, οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ κυρίῳ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν θεὸν αὐτῆς οὐκ ἤγγισεν. ( ) 3,3 οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι· οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωί· ( ) 3,4 οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσιν τὰ ἅγια καὶ ἀσεβοῦσιν νόμον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 33