Livre de Sophonie
1,18 καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου, καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. ( ) 2,1 Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, ( ) 2,2 πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφ ὑμᾶς ὀργὴν κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφ ὑμᾶς ἡμέραν θυμοῦ κυρίου. ( ) 2,3 ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνεσθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς κυρίου. ( ) 2,4 Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκαλὼν ἔσται εἰς ἀφανισμόν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ακκαρων ἐκριζωθήσεται. ( )

2,5 οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος κυρίου ἐφ ὑμᾶς, Χανααν γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας·


( )
2,6 καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων, ( ) 2,7 καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ιουδα· ἐπ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκαλῶνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ιουδα, ὅτι ἐπέσκεπται αὐτοὺς κύριος ὁ θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν. ( ) 2,8 Ἤκουσα ὀνειδισμοὺς Μωαβ καὶ κονδυλισμοὺς υἱῶν Αμμων, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. ( ) 2,9 διὰ τοῦτο ζῶ ἐγώ, λέγει κύριος τῶν δυνάμεων ὁ θεὸς Ισραηλ, διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς, καὶ οἱ κατάλοιποι ἔ ( ) 2,10 αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 33