Livre de Habaquq
1,10 καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ. ( ) 1,11 τότε μεταβαλεῖ τὸ πνεῦμα καὶ διελεύσεται καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ θεῷ μου. – ( ) 1,12 οὐχὶ σὺ ἀπ ἀρχῆς, κύριε, ὁ θεὸς ὁ ἅγιός μου., καὶ οὐ μὴ ἀποθάνωμεν. κύριε, εἰς κρίμα τέταχας αὐτόν· καὶ ἔπλασέν με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. ( ) 1,13 καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· ἵνα τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας., παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον., ( ) 1,14 καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον. ( )

1,15 συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ· ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ·


( )
1,16 ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανεν μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά· ( ) 1,17 διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ καὶ διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται. ( ) 2,1 Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου. ( ) 2,2 καὶ ἀπεκρίθη πρός με κύριος καὶ εἶπεν Γράψον ὅρασιν καὶ σαφῶς ἐπὶ πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά. ( ) 2,3 διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ( He 10,37 , )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 33