Livre de Nahum
3,4 ἀπὸ πλήθους πορνείας. πόρνη καλὴ καὶ ἐπιχαρὴς ἡγουμένη φαρμάκων ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ φυλὰς ἐν τοῖς φαρμάκοις αὐτῆς, ( ) 3,5 ἰδοῦ ἐγὼ ἐπὶ σέ, λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ δείξω ἔθνεσιν τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου ( ) 3,6 καὶ ἐπιρρίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρσίας σου καὶ θήσομαί σε εἰς παράδειγμα, ( ) 3,7 καὶ ἔσται πᾶς ὁ ὁρῶν σε ἀποπηδήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ Δειλαία Νινευη· τίς στενάξει αὐτήν., πόθεν ζητήσω παράκλησιν αὐτῇ., ( ) 3,8 ἑτοίμασαι μερίδα, ἅρμοσαι χορδήν, ἑτοίμασαι μερίδα, Αμων ἡ κατοικοῦσα ἐν ποταμοῖς, ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ θάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς, ( )

3,9 καὶ Αἰθιοπία ἡ ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστιν πέρας τῆς φυγῆς, καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς.


( )
3,10 καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαφιοῦσιν ἐπ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσιν κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεθήσονται χειροπέδαις. ( ) 3,11 καὶ σὺ μεθυσθήσῃ καὶ ἔσῃ ὑπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχθρῶν. ( ) 3,12 πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευθῶσιν, καὶ πεσοῦνται εἰς στόμα ἔσθοντος. ( ) 3,13 ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχθροῖς σου ἀνοιγόμεναι ἀνοιχθήσονται πύλαι τῆς γῆς σου, καὶ καταφάγεται πῦρ τοὺς μοχλούς σου. ( ) 3,14 ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου, ἔμβηθι εἰς πηλὸν καὶ συμπατήθητι ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνθον· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: