Livre de Nahum
1,4 ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπεν. ( ) 1,5 τὰ ὄρη ἐσείσθησαν ἀπ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. ( ) 1,6 ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται., καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ., ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς, καὶ αἱ πέτραι διεθρύβησαν ἀπ αὐτοῦ. ( ) 1,7 χρηστὸς κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν· ( ) 1,8 καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται τοὺς ἐπεγειρομένους, καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος. ( )

1,9 τί λογίζεσθε ἐπὶ τὸν κύριον., συντέλειαν αὐτὸς ποιήσεται, οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει·


( )
1,10 ὅτι ἕως θεμελίου αὐτῶν χερσωθήσεται καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωθήσεται καὶ ὡς καλάμη ξηρασίας μεστή. ( ) 1,11 ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ κυρίου πονηρὰ λογιζόμενος ἐναντία. ( ) 1,12 τάδε λέγει κύριος κατάρχων ὑδάτων πολλῶν Καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι. ( ) 1,13 καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαρρήξω· ( ) 1,14 καὶ ἐντελεῖται ὑπὲρ σοῦ κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύσω τὰ γλυπτὰ καὶ χωνευτά· θήσομαι ταφήν σου, ὅτι ταχεῖς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: