Livre de Michée
6,4 διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ααρων καὶ Μαριαμ. ( ) 6,5 λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλακ βασιλεὺς Μωαβ, καὶ τί ἀπεκρίθη αὐτῷ Βαλααμ υἱὸς τοῦ Βεωρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγαλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ κυρίου. ( ) 6,6 ἐν τίνι καταλάβω τὸν κύριον, ἀντιλήμψομαι θεοῦ μου ὑψίστου., εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις., ( ) 6,7 εἰ προσδέξεται κύριος ἐν χιλιάσιν κριῶν ἢ ἐν μυριάσιν χειμάρρων πιόνων., εἰ δῶ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου., ( ) 6,8 εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν., ἢ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου θεοῦ σου., ( )

6,9 Φωνὴ κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, φυλή, καὶ τίς κοσμήσει πόλιν.,


4322 Bible des peuples sur verset 2019-01-03: On revient sur les injustices d’Israël : ce sont les rois du nord qui sont mentionnés en 6.16 : les deux grands rois qui s’étaient ouverts sur le monde cananéen et méditerranéen, ce que précisément les prophètes leur reprochaient (1Rois 16.29).

( )
6,10 μὴ πῦρ καὶ οἶκος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία., ( ) 6,11 εἰ δικαιωθήσεται ἐν ζυγῷ ἄνομος καὶ ἐν μαρσίππῳ στάθμια δόλου., ( ) 6,12 ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψευδῆ, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώθη ἐν τῷ στόματι αὐτῶν. ( ) 6,13 καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀφανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. ( ) 6,14 σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς· καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωθῇς· καὶ ὅσοι ἐὰν διασωθῶσιν, εἰς ῥομφαίαν παραδοθήσονται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: