Livre de Michée
5,13 καὶ ἐκκόψω τὰ ἄλση σου ἐκ μέσου σου καὶ ἀφανιῶ τὰς πόλεις σου· ( ) 5,14 καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθ ὧν οὐκ εἰσήκουσαν. ( ) 6,1 Ἀκούσατε δὴ λόγον κυρίου· κύριος εἶπεν Ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου. ( ) 6,2 ἀκούσατε, βουνοί, τὴν κρίσιν τοῦ κυρίου, καὶ αἱ φάραγγες θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ισραηλ διελεγχθήσεται. ( ) 6,3 λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι., ἀποκρίθητί μοι. ( )

6,4 διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ααρων καὶ Μαριαμ.


( )
6,5 λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλακ βασιλεὺς Μωαβ, καὶ τί ἀπεκρίθη αὐτῷ Βαλααμ υἱὸς τοῦ Βεωρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγαλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ κυρίου. ( ) 6,6 ἐν τίνι καταλάβω τὸν κύριον, ἀντιλήμψομαι θεοῦ μου ὑψίστου., εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις., ( ) 6,7 εἰ προσδέξεται κύριος ἐν χιλιάσιν κριῶν ἢ ἐν μυριάσιν χειμάρρων πιόνων., εἰ δῶ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου., ( ) 6,8 εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν., ἢ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ κυρίου θεοῦ σου., ( ) 6,9 Φωνὴ κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, φυλή, καὶ τίς κοσμήσει πόλιν., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: