Livre de Michée
3,8 ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ιακωβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ισραηλ ἁμαρτίας αὐτοῦ. ( ) 3,9 ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, ( ) 3,10 οἱ οἰκοδομοῦντες Σιων ἐν αἵμασιν καὶ Ιερουσαλημ ἐν ἀδικίαις· ( ) 3,11 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ κύριος ἐν ἡμῖν ἐστιν., οὐ μὴ ἐπέλθῃ ἐφ ἡμᾶς κακά. ( ) 3,12 διὰ τοῦτο δι ὑμᾶς Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ιερουσαλημ ὡς ὀπωροφυλάκιον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ. ( )

4,1 Καὶ ἔσται ἐπ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος τοῦ κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί,


5055 Olivier Quoy sur verset 2020-05-23: N'a-t-on pas là une forme d'antithèse de Babel ?

4314 Bible des peuples sur titre chapitre 2019-01-03: Nous trouvons ici un oracle identique à celui d’Isaïe 2.2. Ne nous étonnons pas si les mêmes textes sont attribués à différents prophètes : ils avaient été transmis oralement durant un certain nombre d’années. Nous les recevons comme parole de Dieu, non parce qu’ils viennent de tel ou tel prophète, mais parce que le livre qui les contient a été reconnu inspiré par la communauté croyante juive, puis chrétienne. Ici il nous est dit que dans l’avenir le vrai titre de gloire d’Israël sera d’être le peuple que Dieu a choisi pour transmettre au monde entier la révélation divine.

( Gn 11,4 , Is 2,2 )
4,2 καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ιακωβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ. ( ) 4,3 καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν, καὶ κατακόψουσιν τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔθνος ἐπ ἔθνος ῥομφαίαν, καὶ οὐκέτι μὴ μάθωσιν πολεμεῖν. ( ) 4,4 καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα. ( ) 4,5 ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα. ( ) 4,6 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἐξωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: