Livre de Michée
1,8 Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων· ( ) 1,9 ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ιερουσαλημ. ( ) 1,10 οἱ ἐν Γεθ, μὴ μεγαλύνεσθε· οἱ ἐν Ακιμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν. ( ) 1,11 κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλθεν κατοικοῦσα Σεννααν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης. ( ) 1,12 τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας., ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ, ( )

1,13 ψόφος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα Λαχις, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ θυγατρὶ Σιων, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ισραηλ.


( )
1,14 διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γεθ οἴκους ματαίους· εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ισραηλ. ( ) 1,15 ἕως τοὺς κληρονόμους ἀγάγω σοι, κατοικοῦσα Λαχις κληρονομία, ἕως Οδολλαμ ἥξει ἡ δόξα τῆς θυγατρὸς Ισραηλ. ( ) 1,16 ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ. ( ) 2,1 Ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά, διότι οὐκ ἦραν πρὸς τὸν θεὸν τὰς χεῖρας αὐτῶν· ( ) 2,2 καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς καὶ οἴκους κατεδυνάστευον καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: