Livre d'Amos
9,7 οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί, υἱοὶ Ισραηλ., λέγει κύριος. οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου., ( ) 9,8 Ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου τοῦ θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ιακωβ, λέγει κύριος. ( ) 9,9 διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔθνεσιν τὸν οἶκον τοῦ Ισραηλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν. ( ) 9,10 ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ οὐ μὴ γένηται ἐφ ἡμᾶς τὰ κακά. ( ) 9,11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ( )

9,12 ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, ἐφ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ αὐτούς, λέγει κύριος ὁ θεὸς ὁ ποιῶν ταῦτα.


( )
9,13 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ καταλήμψεται ὁ ἀλοητὸς τὸν τρύγητον, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται· ( ) 9,14 καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαοῦ μου Ισραηλ, καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν καὶ φυτεύσουσιν κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν· ( ) 9,15 καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν, ἧς ἔδωκα αὐτοῖς, λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ. ( )
Livre d'Abdias
1,1 Ὅρασις Αβδιου. Τάδε λέγει κύριος ὁ θεὸς τῇ Ιδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ αὐτὴν εἰς πόλεμον. ( ) 1,2 ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: