Livre d'Amos
7,13 εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν. ( ) 7,14 καὶ ἀπεκρίθη Αμως καὶ εἶπεν πρὸς Αμασιαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα· ( ) 7,15 καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπεν κύριος πρός με Βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ. ( ) 7,16 καὶ νῦν ἄκουε λόγον κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ· ( ) 7,17 διὰ τοῦτο τάδε λέγει κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. ( )

8,1 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ.


20442 Bible des Peuples sur titre chapitre 2023-11-11: La quatrième vision : les fruits mûrs

1974 Bible des peuples sur titre chapitre 2018-11-02: Cette quatrième vision est la suite de la vision du chapitre 7.1-9. Amos dénonce l’avarice des commerçants et des riches, l’exploitation des pauvres, le luxe des nantis et la corruption des juges.

( )
8,2 καὶ εἶπεν Τί σὺ βλέπεις, Αμως., καὶ εἶπα Ἄγγος ἰξευτοῦ. καὶ εἶπεν κύριος πρός με Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· ( ) 8,3 καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν. ( ) 8,4 Ἀκούσατε δὴ ταῦτα, οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, ( ) 8,5 οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον ( ) 8,6 τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: