Livre d'Amos
7,10 Καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων Συστροφὰς ποιεῖται κατὰ σοῦ Αμως ἐν μέσῳ οἴκου Ισραηλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ· ( ) 7,11 διότι τάδε λέγει Αμως Ἐν ῥομφαίᾳ τελευτήσει Ιεροβοαμ, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. ( ) 7,12 καὶ εἶπεν Αμασιας πρὸς Αμως Ὁ ὁρῶν, βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις· ( ) 7,13 εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν. ( ) 7,14 καὶ ἀπεκρίθη Αμως καὶ εἶπεν πρὸς Αμασιαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα· ( )

7,15 καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπεν κύριος πρός με Βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ.


( )
7,16 καὶ νῦν ἄκουε λόγον κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ· ( ) 7,17 διὰ τοῦτο τάδε λέγει κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. ( ) 8,1 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. ( ) 8,2 καὶ εἶπεν Τί σὺ βλέπεις, Αμως., καὶ εἶπα Ἄγγος ἰξευτοῦ. καὶ εἶπεν κύριος πρός με Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· ( ) 8,3 καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν. ( )



trouve dans 1 passage(s): Avertissement à Sion,
trouve dans 1 liturgie(s): Dimanche-15-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: