Livre d'Amos
6,10 καὶ λήμψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου· καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί., καὶ ἐρεῖ Οὐκέτι· καὶ ἐρεῖ Σίγα, ἕνεκα τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα κυρίου. ( ) 6,11 διότι ἰδοὺ κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασιν καὶ τὸν οἶκον τὸν μικρὸν ῥάγμασιν. ( ) 6,12 εἰ διώξονται ἐν πέτραις ἵπποι., εἰ παρασιωπήσονται ἐν θηλείαις., ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς θυμὸν κρίμα καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν, ( ) 6,13 οἱ εὐφραινόμενοι ἐπ οὐδενὶ λόγῳ, οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν κέρατα., ( ) 6,14 διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐφ ὑμᾶς, οἶκος τοῦ Ισραηλ, ἔθνος, καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν εἰς Εμαθ καὶ ἕως τοῦ χειμάρρου τῶν δυσμῶν. ( )

7,1 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή, καὶ ἰδοὺ βροῦχος εἷς Γωγ ὁ βασιλεύς.


20440 Bible des Peuples sur titre chapitre 2023-11-11: Dieu peut revenir sur sa décision

20439 Bible des Peuples sur titre chapitre 2023-11-11: 4. LES VISIONS

1971 Bible des peuples sur titre chapitre 2018-11-02: Les prophètes ne se contentent pas de menacer leur peuple, ils intercèdent en sa faveur devant Dieu (voir Ézékiel 33 et 22.30). Dans les deux premières visions, Amos essaie d’arrêter la colère de Dieu. Dans la troisième il se heurte à la ferme décision de Dieu de détruire Israël.

( )
7,2 καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα Κύριε κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ιακωβ., ὅτι ὀλιγοστός ἐστιν· ( ) 7,3 μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει κύριος. ( ) 7,4 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα. ( ) 7,5 καὶ εἶπα Κύριε κύριε, κόπασον δή· τίς ἀναστήσει τὸν Ιακωβ., ὅτι ὀλιγοστός ἐστιν· ( ) 7,6 μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει κύριος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: