Livre d'Amos
5,10 ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο. ( ) 5,11 διὰ τοῦτο ἀνθ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ αὐτῶν, οἴκους ξυστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον ἐξ αὐτῶν. ( ) 5,12 ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. ( ) 5,13 διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν. ( ) 5,14 ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν, ὅπως ζήσητε· καὶ ἔσται οὕτως μεθ ὑμῶν κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε ( )

5,15 Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ κύριος ὁ θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ιωσηφ.


1966 Bible des peuples sur verset 2018-11-02: Peut-être Yahvé, le Dieu Sabaot, aura-t-il pitié du reste de Joseph. C’est la première fois que le terme “reste” apparaît dans la Bible. Le peuple d’Israël était formé par les descendants d’Abraham, le croyant. Mais les prophètes se rendent compte que ce peuple court à sa ruine à cause de son manque de foi ; ses provinces sont conquises une à une et ses enfants massacrés. Cependant, Dieu va préserver une minorité, le “Reste d’Israël”. Ils reviendront à la foi authentique et seront le “germe” du nouveau peuple de Dieu. Éphraïm, Joseph, Jacob, Israël : autant de noms pour désigner la même nation (voir commentaire d’Osée*5).

( )
5,16 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετός, καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται Οὐαὶ οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον, ( ) 5,17 καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι διελεύσομαι διὰ μέσου σου, εἶπεν κύριος. ( ) 5,18 Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου., καὶ αὐτή ἐστιν σκότος καὶ οὐ φῶς, ( Mc 13,32 , ) 5,19 ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὁ ὄφις. ( ) 5,20 οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς., καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: