Livre d'Amos
3,4 εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων., εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τι., ( ) 3,5 εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ., εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι., ( ) 3,6 εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται., εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν., ( ) 3,7 διότι οὐ μὴ ποιήσῃ κύριος ὁ θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας. ( ) 3,8 λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται., κύριος ὁ θεὸς ἐλάλησεν, καὶ τίς οὐ προφητεύσει., ( )

3,9 Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ·


1962 Bible des peuples sur verset 2018-11-02: 3.9-15 : Le prophète fait appel à l’Assyrie et à l’Égypte pour qu’elles viennent détruire une société sans foi ni loi. Qu’elles détruisent les temples et les palais qui se construisent par l’exploitation des pauvres et qui contribuent à creuser le fossé entre riches et déshérités !

( )
3,10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. ( ) 3,11 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός Τύρος, κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. ( ) 3,12 τάδε λέγει κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς. ( ) 3,13 ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ Ιακωβ, λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ( ) 3,14 διότι ἐν τῇ ἡμέρᾳ, ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ισραηλ ἐπ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθηλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: