Livre de Joel
2,7 ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν, ( ) 2,8 καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσθῶσιν. ( ) 2,9 τῆς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται. ( ) 2,10 πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ καὶ σεισθήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτῶν. ( ) 2,11 καὶ κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα τοῦ κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ., ( )

2,12 καὶ νῦν λέγει κύριος ὁ θεὸς ὑμῶν Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ·


20427 Bible des Peuples sur titre chapitre 2023-11-11: Revenez à moi dans les larmes

2666 Bible des peuples sur verset 2018-11-27: Revenez à moi de tout votre cœur : invitation à la pénitence. En Israël on proclamait des jeûnes publics dans les temps d’épreuve. Les gens portaient des vêtements de deuil, remplaçaient leurs vêtements par des sacs, ils ne se peignaient pas et se couvraient le visage de cendres (pratique que l’Église conserve dans la liturgie des Cendres). Dans l’évangile, Jésus ne dit pas que ces signes de pénitence soient inutiles, et de même le jeûne qui exprime le repentir et accompagne la prière (voir Matthieu 4.1 et Marc 2.20). Mais il précise que ces gestes ne sont ni tout, ni l’essentiel.

( 1S 7,3 , Tb 13,6 )
2,13 καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. ( ) 2,14 τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν κυρίῳ τῷ θεῷ ἡμῶν., ( ) 2,15 σαλπίσατε σάλπιγγι ἐν Σιων, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, ( ) 2,16 συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθάτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. ( ) 2,17 ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι, κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσιν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν., ( )



trouve dans 1 passage(s): La fiancée,
trouve dans 3 liturgie(s): Mercredi-1-CENDRES annee B, Mercredi-1-CENDRES annee C, Mercredi-1-CENDRES annee A,
trouve dans 0 document(s) de référence: