Livre d'Osée
13,5 ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀοικήτῳ ( ) 13,6 κατὰ τὰς νομὰς αὐτῶν. καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν· ἕνεκα τούτου ἐπελάθοντό μου. ( ) 13,7 καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων· ( ) 13,8 ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς. ( ) 13,9 τῇ διαφθορᾷ σου, Ισραηλ, τίς βοηθήσει., ( )

13,10 ποῦ ὁ βασιλεύς σου οὗτος., καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου· κρινάτω σε ὃν εἶπας Δός μοι βασιλέα καὶ ἄρχοντα.


( )
13,11 καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου καὶ ἔσχον ἐν τῷ θυμῷ μου ( ) 13,12 συστροφὴν ἀδικίας. Εφραιμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ. ( ) 13,13 ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ· οὗτος ὁ υἱός σου οὐ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων. ( ) 13,14 ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε., ποῦ τὸ κέντρον σου, ᾅδη., παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου. ( 1Co 15,55 , ) 13,15 διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ. ἐπάξει ἄνεμον καύσωνα κύριος ἐκ τῆς ἐρήμου ἐπ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: